TLG 2122 004 :: Gaius ASINIUS QUADRATUS :: Fragmenta Gaius ASINIUS QUADRATUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 659–662.
Citation: Fragment — (line) | ||
t1-21 | ΠΑΡΘΙΚΑ. | |
t1-2 | E LIBRO PRIMO. | |
1 | Stephan. Byz.: Γηλὺς, ἔθνος, οὗ μέμνηται Ἀσί‐ νιος Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. Ὀξύνεται δέ. | |
2 | Idem: Μαυρούσιοι καὶ Μαῦροι, ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. | |
t3-4 | E LIBRO SECUNDO. | |
3 | Idem: Ζωβίδαι, ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν δευτέρῳ. | |
4 | Idem: Γερμανίκεια, πόλις Εὐφρατησίας. Κουά‐ δρατος ἐν τρίτῃ Παρθικῶν χωρίον αὐτήν φησι. Ὁ πο‐ λίτης Γερμανικεύς. | |
t5-6 | E LIBRO TERTIO. | |
5 | Idem v. Ταρσός· Ἔστι καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τρίτῳ Παρθικῶν· «Ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι ὅσον σταδίους ἑκατὸν πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω | |
5 | τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα.» | 659 |
---|---|---|
6 | St. Byz.: Ὠτηνὴ, μοῖρα Ἀρμενίας. Κουάδρατος ἐν Παρθικῶν τρίτῳ· «Ὁ δὲ τῆς Ἀρμενίας βασιλεὺς Πά‐ κορος ἐν τούτῳ περὶ Ἀρτάξατα καὶ τὴν Ὠτηνὴν τῆς Ἀρμενίας διάγων.» Τὸ ἐθνικὸν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ· | |
5 | «Περὶ δὲ Κῦρον ποταμὸν Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες.» | |
t7 | E LIBRO QUARTO. | |
7 | Idem: Φράασπα, Μηδίας πόλις. Κουάδρατος Παρθικῶν τετάρτῳ. Τὸ ἐθνικὸν Φραασπηνὸς, κατὰ τὸ ἔθος τῆς χώρας. | |
t8 | E LIBRO SEXTO. | |
8 | Idem: Ὠβαρηνοὶ, μέρος Ἀρμενίας περικείμε‐ νον Κύρῳ ποταμῷ, ὅστις Εὐφράτην παραλλήλως ἔχει. Μέμνηται δ’ αὐτῶν καὶ Κουάδρατος ἐν ἕκτῳ Παρθικῶν· «Παρὰ δὲ Κύρῳ πο‐ | |
5 | ταμῷ Ὠβαρηνοί [τε] καὶ Ὠτηνοὶ νέμονται, μέγα μέ‐ ρος Ἀρμενίας ὄντες.» | |
t9 | E LIBRO SEPTIMO. | |
9 | Idem: Θελαμοῦζα, φρούριον τῆς παρ’ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. Τὸ ἐθνικὸν Θελαμουζαῖος. | |
t10-11 | E LIBRO OCTAVO. | |
10 | Idem: Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς τῆς Γαζάκου λέγων. Τὸ ἐθνικὸν Γαζακηνός. | |
11 | Idem: Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος ὀγδόῳ Παρθικῶν. Τὸ ἐθνικὸν Μασχανεύς. | |
t12-14 | E LIBRO NONO. | |
12 | Idem: Σόλυμα, πόλις Ἀσσυρίων, μετὰ τὴν ἅλω‐ σιν τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις κτισθεῖσα, ὡς Κουά‐ δρατος ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Σολυμηνός. | |
13 | Idem: Συρβανὴ, νῆσος ἐν τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τῷ ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Συρ‐ βανηνός. | |
14 | Idem: Τιγρανόκερτα, πόλις οὐδετέρως πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Κουά‐ δρατος ἐνάτῳ· «Καὶ ᾤκησε τὰ Τιγρανόκερτα· τὸ δ’ ἐστὶ τῇ Παρθυαίων φωνῇ Τιγρανούπολις.» Τὸ ἐθνι‐ | |
5 | κὸν Τιγρανοκέρται. | |
t15-21 | E LIBRIS INCERTIS. | |
15 | Idem: Βόγχναι, ἔθνος τοῖς Καρρηνοῖς παρακείμε‐ νον, μέσον Εὐφράτου καὶ Κύρου ποταμοῦ, ὡς Κουά‐ | |
δρατος. | 660 | |
16 | St. Byz.: Γίνδαρα, κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Τὸ ἐθνικὸν Γινδαρεύς. Κουάδρατος δὲ Γινδάρους ἔφη. | |
17 | Idem: Μέση τῶν ποταμῶν, χώρα μεταξὺ Εὐφράτου καὶ Τίγριδος, καὶ Ἀδιαβηνὴ ἐκαλεῖτο, ὡς ἱστορεῖ Κουάδρατος. Τὸ ἐθνικὸν Μεσοποταμίτης. | |
18 | Idem v. Μεσσήνη: Ἔστι καὶ χώρα Περσίδος Μεσήνη δι’ ἑνὸς ς, ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι. | |
19 | Idem: Τάπυρροι, οὐ πόρρω Ὑρκανίας ἔθνος. Κουάδρατος Τάπουρρά φησι. Τὸ ἐθνι‐ κὸν Ταπουρραῖοι. | |
20 | Iulius Capitolinus in Vero c. 8: Fuit eius fati, ut in eas provincias, per quas rediit Romam usque, luem secum deferre vi‐ deretur. Et nata fertur pestilentia in Babylonia; | |
5 | ubi de templo Apollinis ex arcula aurea, quam miles forte inciderat, spiritus pestilens evasit; at‐ que inde Parthos orbemque complesse. Et hoc non Lucii Veri vitio, sed Cassii, a quo contra fidem Seleucia, quae ut amicos milites nostros receperat, | |
10 | expugnata est. Quod quidem inter ceteros etiam Quadratus belli Parthici scriptor, incusatis Seleu‐ cenis qui fidem primi ruperant, purgat. | |
21 | Vulcatius Gallicanus in Avidio Cassio c. 1: Avidius Cassius, ut quidam volunt, ex familia Cassiorum fuisse dicitur, per matrem tamen avo genitus Avidio Severo, qui ordines duxerat, et post | |
5 | ad summas dignitates pervenerat. Cuius Quadratus in Historiis meminit, et quidem graviter, quum illum summum virum et necessarium reipublicae asserit, et apud ipsum Marcum Antoninum prae‐ validum. | |
t22-31 | ΡΩΜΑΙΚΗ ΧΙΛΙΕΤΗΡΙΣ | |
t22 | E LIBRO SECUNDO. | |
22 | Steph. Byz.: Ἄνθιον, πόλις Ἰταλίας. Κουάδρα‐ τος ἐν δευτέρᾳ Ῥωμαϊκῆς χιλιάδος. Ὁ πολίτης Ἀν‐ θιανὸς, ὡς ὁ αὐτός. | |
t23 | E LIBRO QUINTO. | |
23 | Idem v. Ἰβηρίαι,: Παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἐστιν Ἰβήροισιν οὕτω· «Καί τοι Λίγυσί θ’ ἅμα καὶ Ἰβήροισι πολεμέοντες.» | |
t24 | E LIBRO DUODECIMO. | |
24 | Idem: Θαψίπολις, πλησίον Καρχηδόνος. Τὸ ἐθνικὸν Θαψιπολί‐ της. Κουάδρατος δυοκαιδεκάτῳ Ῥωμαϊκῆς. | |
t25 | E LIBRO DECIMO QUARTO. | |
25 | Idem: Ὀξύβιοι, μοῖρα Λιγύων. Κουάδρατος | |
τεσσαρεσκαιδεκάτῳ Ῥωμαϊκῆς χιλιαρχίας. | 661 | |
t26-31 | E LIBRIS INCERTIS. | |
26 | St. Byz.: Γερούνιον, πόλις Ἰταλίας. Κουάδρατος δὲ Γερυνίαν ταύτην καλεῖ. Τὸ ἐθνικὸν Γερούνιος. | |
27 | Idem: Δάλμιον, πόλις Δαλματίας μεταξὺ Ἰλλυ‐ ρίας καὶ Ἰταλίας ... Ἀππιανὸς δὲ τὴν πόλιν Δέλμινον, Κουάδρατος δὲ Δάλμινον. Φασὶ δὲ αὐτοὺς καὶ Δαλ‐ μάτας. | |
28 | Idem: Πήλιον. Ἔστι καὶ Πήλιον Ἰλλυρίας πό‐ λις, ἧς μέμνηται Κουάδρατος. Τὸ ἐθνικὸν Πηληνός. | |
29 | Dio Cassius LXX, 3: Κουάδρατος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατ’ ἴσον ὕπνῳ τῷ μαλα‐ κωτάτῳ γενέσθαι. | |
30 | Zosimus V, 27: Μητρόπολις δὲ Φλαμινίας πόλις ἀρχαία, Θεσσαλῶν ἀποικία, Ῥήνη κληθεῖσα διὰ τὸ πανταχόθεν ὕδασι περιρρεῖσθαι, καὶ οὐχ, ὡς ὁ Ὀλυμπιόδωρος ὁ Θηβαῖός φησι, διὰ τὸ | |
5 | Ῥῶμον, ὃς ἀδελφὸς γέγονε Ῥωμύλῳ, τῆς πόλεως ταύ‐ της οἰκιστὴν γεγονέναι· Κουαδράτῳ γὰρ, οἶμαι, θετέον ἐν τῇ κατὰ τὸν βασιλέα Μάρκον ἱστορίᾳ τοῦτο περὶ τῆς πόλεως ταύτης διεξελθόντι. | |
31 | Agathias I, 6: Οἱ δὲ Ἀλεμα‐ νοὶ, εἴγε χρὴ Ἀσινίῳ Κουαδράτῳ ἕπεσθαι, ἀνδρὶ Ἰτα‐ λιώτῃ καὶ τὰ Γερμανικὰ ἐς τὸ ἀκριβὲς ἀναγεγραμ‐ μένῳ, ξύγκλυδές εἰσιν ἄνθρωποι καὶ μιγάδες, καὶ | |
5 | τοῦτο δύναται αὐτοῖς ἡ ἐπωνυμία. | 662 |